[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δάμωνος μηνὸς Ποιτροπίου, βουλευ- |
| όντων τὰν πρώταν ἑξάμηνον Βαβύλου τοῦ Αἰακίδα, | |
| Κλέωνος τοῦ Δαμοσθένεος, γραμματεύοντος Δίωνος | |
| τοῦ Ἐπισθένεος, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀμύντας καὶ Ἀντι- | |
| 5 | γενίδας καὶ Νικόστρατος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
| μα ἀνδρεῖον ὧι ὄνομα Φιλώτας τὸ γένος Μακεδόνα, τι- | |
| μᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, | |
| καθὼς ἐπίστευσε Φιλώτας τῶι θεῶι τὰν ὠνάν, ἐ- | |
| φ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| 10 | τὸν πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς |
| κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ταραν- | |
| τῖνος Μνασιθέου. εἰ δέ τις ἅπτοιτο Φιλώτα ἐπὶ καταδου- | |
| λισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε | |
| ἀποδόμενοι Ἀμύντας καὶ Ἀντιγενίδας καὶ Νικόστρα- | |
| 15 | τος καὶ ὁ βεβαιωτὴρ Ταραντῖνος. εἰ δὲ μὴ παρέχοιν βέβαι- |
| ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
| τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
| των συλέοντες Φιλώταν ἐπ’ ἐλευθερίαι ὡς ἐλεύθερον | |
| ἐόντα ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας | |
| 20 | δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομο- |
| κλείδας, Ἄρχων καὶ οἱ ἄρχοντες Βαβύλος, Κλέων, Δίων καὶ ἰδι- | |
| ῶται Πράξων, Φίλων Φιλάγρου, Δάμων Ξένωνος, Κλεύ- | |
| δαμος Πολυκράτεος, Πολυτιμίδας Μελισσίωνος, Δάμων | |
| Δεξώνδα, Τιμοκράτης Εὐκράτεος, Γοργίλος, Ἁγίων Πο- | |
| 25 | λυκλείτου, Λαιάδας, Ἀρτεμίδωρος, Τιμόκριτος, Ἐρά- |
| σιππος Φιλοκράτεος. |