[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Βυσίου, βουλευόν- |
| των τὰν δευτέραν ἑξάμηνον Κλέωνος του Κλευδά- | |
| μου, Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύον- | |
| τος Μεγάρτα τοῦ Μελισίωνος, ἐπὶ τοῖσδὲ ἀπέδοτο | |
| 5 | Πολύων Τιμοκλέος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
| μα γυναικεῖον ἅι ὄνομα Ἀξίωμα, τὸ γένος οἰκογε- | |
| νῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει | |
| πᾶσαν, καθὼς ἐπίστευσε Ἀξίωμα τῶι θεῶι τὰν ὠνάν, | |
| ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| 10 | των τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχου- |
| σα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· | |
| Πάτρων Θρασέα. εἰ δέ τις ἅπτοιτο Ἀξιώματος ἐπὶ κατα- | |
| δουλισμῶι, βέβαιον παρεχόντων τῶι θε͂ωι τὰν ὠνὰν | |
| ὅ τε ἀποδόμενος Πολύων καὶ ὁ βεβαιωτὴρ Πάτρων· εἰ | |
| 15 | δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτι- |
| μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ | |
| οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| Ἀξίωμα, ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ | |
| ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε- | |
| 20 | ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οὶ ἄρχοντες, καὶ ἰδιῶ- |
| ται Τιμοκλῆς Πολύωνος, Τιμόκριτος, Σωτύλος Σω- | |
| στράτου, Τιμοκλῆς | |
| Θρασέα. |