[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἁγίωνος μηνὸς Ποιτροπίου τοῦ δευτέρου, βουλευόντων τὰν |
| πρώταν ἑξάμηνον Ξένωνος, Νικοστράτου, γραμματεύοντος δὲ Τιμοκλέ- | |
| ος τοῦ Θρασέα, ἀπέδοτο Μαντίας Κλεοδάμου, συνευδοκεόντων καὶ | |
| τῶν υἱῶν αὐτοῦ Ἁβρομάχου, Κλεοδάμου, τῶι Ἀπόλλωνι σῶμα γυναικεῖ- | |
| 5 | ον οἰκογενὲς ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου μνᾶν τ[εσσάρω]ν, καὶ τὰν |
| τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ζωπύρα τὰν [ὠνὰν] τῶι θε- | |
| ῶι, ὥστε ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο | |
| Ζωπύρας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς | |
| ἐλευθέραν ἐοῦσαν καὶ ἀνέφαπτον τὸν πάντα χρόνον. βεβαι- | |
| 10 | ωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁβρόμαχος Μαντία, Κλεό- |
| [δαμος] Μαντία· μάρτυροι· Ἄγων Ἀρσιτίωνος, Λαιάδας, Δάμων Ἀ- | |
| [․․․․]ς, Δάμων Διονυσίου, Ἐράτων, Χρήσιμος, Ἀλέξαν- | |
| [δρος, Ἀρι]στίων Πολεμάρχου, Βαβύλος Ζηνέα. |