[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἁγίωνος μηνὸς Βουκατίου, ἀπέδοτο Ἄρχων |
| Καλλία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
| παιδάριον ὧι ὄνομα Νικασίβουλος, συνευδοκέοντος | |
| καὶ τοῦ υἱοῦ αὐτοῦ Διοδώρου, τιμᾶς ἀργυρίου μνᾶν δύο | |
| 5 | καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. παραμεινά- |
| τω δὲ Νικασίβουλος παρὰ Ἄρχωνα ἔτη τρία, δουλεύ- | |
| ων καθὼς καὶ ὥς. ἅμα δέ κα διεξέλθηι ὁ χρόνος ὁ γε- | |
| γραμμένος, ἐλεύθερος ἔστω Νικασίβουλος καὶ ἀ- | |
| νέφαπτος, ποιῶν ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα | |
| 10 | θέληι. εἰ δέ τις ἐφάπτοιτο Νικασιβούλου ἐπὶ κα- |
| ταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν | |
| συλέων, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θεῶι. | |
| ἄρχει τοῦ χρόνου τῶν τριῶν ἐτέων ὁ μὴν Βοα- | |
| θοῖος ὁ ἐπὶ τᾶς Ἁγίωνος ἀρχᾶς. βεβαιωτήρ· Νικό- | |
| 15 | στρατος Εὐδώρου. μάρτυροι· Ἄθαμβος Ἁβρομά- |
| χου καὶ οἱ ἄρχοντες Τιμοκλῆς Θρασέα, Ξένων Ἀρι- | |
| στοβούλου, ἰδιῶται Ξένων Ξενοκρίτου, Κλέων Δι- | |
| ονυσίου, Μεγάρτας, Ἁγίων Ἐχεφύλου, Ἀτεισίδας, | |
| Πεισίστρατος. |