[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ὑβρία τοῦ Ξένωνος μηνὸς Ποιτρο- |
| πίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἡρα- | |
| κλείδα τοῦ Καλλία, Ξεναινέτου τοῦ Σωσινίκου, | |
| γραμματεύοντος δὲ Καλλικράτεος τοῦ Διο- | |
| 5 | δώρου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγάθων Εὐάρ- |
| χου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆ- | |
| ον ὧι ὄνομα Δωρίων τὸ γένος ἐνδογενῆ, τει- | |
| μᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου, | |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
| 10 | σε Δωρίων τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες |
| κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀντιγένης Διο- | |
| δώρου, Κλέων Διονυσίου. καθὼς ἐπίστευσε | |
| Δωρίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος | |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, | |
| 15 | ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. |
| εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δωρίω- | |
| νος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ | |
| τε ἀποδόμενος Ἀγάθων καὶ οἱ βεβαιωτῆρες Ἀντι- | |
| γένης Διοδώρου, Κλέων Διονυσίου. εἰ δὲ μὴ | |
| 20 | παρέχοιν τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι |
| ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ | |
| οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| Δωρίωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες | |
| οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα- | |
| 25 | μίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων |
| Καλλία, Ἄθαμβος Ἁβρομάχου καὶ οἷ ἄρχοντες | |
| Ἡρακλείδας Καλλία, Ξεναίνετος Σωσινίκου, | |
| Καλλικράτης Διοδώρου καὶ ἰδιῶται Τιμόκριτος | |
| Εὐκλείδα, Φιλιστίων Ἄνδρωνος, Χάρης Πασίωνος, | |
| 30 | Καλλίστρατος Ἀθανίωνος. |