[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἁγίωνος μηνὸς Βουκατίου, ἀπέδοτο Ἄρχων |
Καλλία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
παιδάριον ὧι ὄνομα Νικασίβουλος, συνευδοκέοντος | |
καὶ τοῦ υἱοῦ αὐτοῦ Διοδώρου, τιμᾶς ἀργυρίου μνᾶν δύο | |
5 | καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. παραμεινά- |
τω δὲ Νικασίβουλος παρὰ Ἄρχωνα ἔτη τρία, δουλεύ- | |
ων καθὼς καὶ ὥς. ἅμα δέ κα διεξέλθηι ὁ χρόνος ὁ γε- | |
γραμμένος, ἐλεύθερος ἔστω Νικασίβουλος καὶ ἀ- | |
νέφαπτος, ποιῶν ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα | |
10 | θέληι. εἰ δέ τις ἐφάπτοιτο Νικασιβούλου ἐπὶ κα- |
ταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν | |
συλέων, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θεῶι. | |
ἄρχει τοῦ χρόνου τῶν τριῶν ἐτέων ὁ μὴν Βοα- | |
θοῖος ὁ ἐπὶ τᾶς Ἁγίωνος ἀρχᾶς. βεβαιωτήρ· Νικό- | |
15 | στρατος Εὐδώρου. μάρτυροι· Ἄθαμβος Ἁβρομά- |
χου καὶ οἱ ἄρχοντες Τιμοκλῆς Θρασέα, Ξένων Ἀρι- | |
στοβούλου, ἰδιῶται Ξένων Ξενοκρίτου, Κλέων Δι- | |
ονυσίου, Μεγάρτας, Ἁγίων Ἐχεφύλου, Ἀτεισίδας, | |
Πεισίστρατος. |