[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἀτεισίδα μηνὸς Θευξενίου, βουλευόντων τὰν δευτέ- |
| ραν ἑξάμηνον Ἀναξανδρίδα, Νικαρέτου, γραμματεύοντος δὲ Καλ- | |
| λικωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξενὶς Μενεστράτου, συνευδοκέ- | |
| οντος δέ καὶ τοῦ ἀνδρὸς αὐτᾶς Καλλείδα τοῦ Εὐκλείδα καὶ τῶν υἱῶν | |
| 5 | τᾶς Εὐκλείδα, Μενεστράτου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- |
| ον ὧι ὄνομα Σώσιππος τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν | |
| ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σώσιππος τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε εἶμεν ἐλεύθερος καὶ ἀνέφαπτος. βεβαι- | |
| ωτήρ· Εὐκλείδας Καλλείδα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι | |
| 10 | Σωσίππου, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομέ- |
| να Ξενὶς καὶ ὁ βεβαιωτὴρ Εὐκλείδας. κύριος δὲ ἔστω ὁ παρα- | |
| τυχὼν συλέων Σώσιππον ὡς ἐλεύθερον ἐόντα ἀζάμιος | |
| ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ | |
| Σώσιππος παρὰ Ξενίδα καὶ Καλλείδαν μέχρι οὗ κα ζῶντι ποι- | |
| 15 | ῶν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ |
| ποιῆι ἢ μὴ παραμένηι παρὰ Ξενίδα καὶ Καλλείδαν καθὼς γέγραπται, | |
| κύριοι ἐόντων ἐπιτιμέοντες τρόπωι ο<ἷ> κα θέλωντι, καὶ ἄλλος | |
| ὅν κα κελεύωντι Ξενὶς καὶ Καλλείδας κύριος ἔστω ἐπιτιμέων | |
| πλὰν μὴ πωλέοντες. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
| 20 | Ἄθαμβος Ἁβρομάχου καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ ὁ ἄρ- |
| χων Νεικάρετος· Λαιάδας, Ταραντῖνος, Θεύλυτος. |