[ ]
Phokis — Delphi — 100 BC
1 | ἄρχοντος Εὐκλείδα μηνὸς |
Δαιδαφορίου, βουλευόντων Ἐ- | |
ράτωνος, Βαβύλου, Σωτύλου, ἀπέ- | |
δοτο Ἀνβρόσιον τῶι Ἀπόλλωνι τῶι | |
5 | Πυθίωι σώματα δύο, ἓν μὲν |
γυναικεῖον, ἑν δὲ ἀνδρεῖον, | |
οἷς ὀνόματα Σωσίνικος καὶ | |
Πίστις, τιμᾶς ἀργυρίου μνᾶν δέ- | |
κα, καὶ τὰν τιμὰν ἔχει {․․․․} πᾶσαν. | |
10 | βεβαιωτὴρ κατὰ τοὺς νόμους |
τᾶς πόλιος· Πολέμαρχος Δάμωνος, | |
ἐφ’ ὧτε εἶμεν ἐλευθέρους καὶ ἀ- | |
νεφάπτους ἀπὸ πάντων τὸν | |
πάντα βίον. παραμινάτωσαν δὲ Ἀν- | |
15 | βροσίω Σωσίνικος καὶ Πίστις ἕως κα |
ζῆ ποιοῦντες τὸ ἐπιτασσόμενον πᾶν. | |
εἰ δὲ μὴ ποέοισαν, ἐξουσίαν ἐχέτω | |
Ἀνβρόσιον ἐπιτιμέουσα τρ[ό]πω, ὧ κα θέλη | |
πλὰν μὴ πωλέουσα. εἰ δέ τι ἀνθρώπινον γέ- | |
20 | νοιτο περὶ Ἀνβ(ρ)όσιον, ἔστωσαν τὰ προ- |
γεγραμ<μ>ένα σώματα ἐλεύθερα καὶ μη- | |
θενὶ ποθήκοντα. εἰ δέ τις ἐφάπτοιτο Σω- | |
σινίκου ἢ Πίστιος ἐπὶ καταδουλισμῶ, | |
βέβαιον παρεχόντω τῶ θεῶ τὰν ὠ- | |
25 | νὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. |
ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος | |
ἔστω συλέων Σωσίνικον καὶ Πί- | |
στιν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν | |
καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
30 | ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Νικό- |
στρατος, Ξενόκριτος | |
καὶ ἰδιῶται Κλέων, Νικίας, Δημή- | |
τριος. |