[ ]
Phokis — Delphi — 100 BC
| 1 | ἄρχοντος Εὐκλείδα μηνὸς |
| Δαιδαφορίου, βουλευόντων Ἐ- | |
| ράτωνος, Βαβύλου, Σωτύλου, ἀπέ- | |
| δοτο Ἀνβρόσιον τῶι Ἀπόλλωνι τῶι | |
| 5 | Πυθίωι σώματα δύο, ἓν μὲν |
| γυναικεῖον, ἑν δὲ ἀνδρεῖον, | |
| οἷς ὀνόματα Σωσίνικος καὶ | |
| Πίστις, τιμᾶς ἀργυρίου μνᾶν δέ- | |
| κα, καὶ τὰν τιμὰν ἔχει {․․․․} πᾶσαν. | |
| 10 | βεβαιωτὴρ κατὰ τοὺς νόμους |
| τᾶς πόλιος· Πολέμαρχος Δάμωνος, | |
| ἐφ’ ὧτε εἶμεν ἐλευθέρους καὶ ἀ- | |
| νεφάπτους ἀπὸ πάντων τὸν | |
| πάντα βίον. παραμινάτωσαν δὲ Ἀν- | |
| 15 | βροσίω Σωσίνικος καὶ Πίστις ἕως κα |
| ζῆ ποιοῦντες τὸ ἐπιτασσόμενον πᾶν. | |
| εἰ δὲ μὴ ποέοισαν, ἐξουσίαν ἐχέτω | |
| Ἀνβρόσιον ἐπιτιμέουσα τρ[ό]πω, ὧ κα θέλη | |
| πλὰν μὴ πωλέουσα. εἰ δέ τι ἀνθρώπινον γέ- | |
| 20 | νοιτο περὶ Ἀνβ(ρ)όσιον, ἔστωσαν τὰ προ- |
| γεγραμ<μ>ένα σώματα ἐλεύθερα καὶ μη- | |
| θενὶ ποθήκοντα. εἰ δέ τις ἐφάπτοιτο Σω- | |
| σινίκου ἢ Πίστιος ἐπὶ καταδουλισμῶ, | |
| βέβαιον παρεχόντω τῶ θεῶ τὰν ὠ- | |
| 25 | νὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. |
| ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος | |
| ἔστω συλέων Σωσίνικον καὶ Πί- | |
| στιν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν | |
| καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
| 30 | ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Νικό- |
| στρατος, Ξενόκριτος | |
| καὶ ἰδιῶται Κλέων, Νικίας, Δημή- | |
| τριος. |