[ ]
Phokis — Delphi — beg. 1st c. AD
| 1 | ἄρχοντος Αἰακίδα τοῦ Εὐκλείδα μηνὸς Ποιτροπίου, βουλευόντων Διοδώ- |
| ρου τοῦ Φιλονείκου, Ἀθανίωνος τοῦ Κλεοξενίδα, Φίλων Στράτωνος ἀπέ- | |
| δοτο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα οἷς ὀνόματα Στέφανος, | |
| Εὐκλείδας, Κτήμα, Μόσχιον, τειμᾶς ἕκαστον ἀργυρίου μνᾶν τριῶν, καὶ | |
| 5 | τὰν τειμὰν ἀπέχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλι- |
| ος· Θέξενος Φιλαιτώλου ὁ καὶ Βαβύλου, Λέων Ξενοφάντου, ὥστε μηθε- | |
| νὶ ποθήκειν αὐτοὺς κατὰ μηθένα τρόπον, ἀλλ’ εἶμεν αὐτοὺς ἐλευθέρους | |
| καὶ ἀνεπάφους τὸν πάντα χρόνον ἀπὸ πάντων, καθὼς ἐπίστευσαν | |
| τῷ θεῷ τὰν ὠνὰν Στέφανος καὶ Εὐκλείδας καὶ Κτήμα καὶ Μόσχιον. εἰ δέ | |
| 10 | τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ τῶν προγεγραμμένων, βέβαιον πα- |
| ρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἐπ’ ἐλευθερίᾳ οἵ τε βεβαιωτῆρες καὶ ἄλ- | |
| λος ὁ παρατυχὼν ἐξουσίαν ἔχων ἐν ἐλευθερίαν ἀφαιρεῖσθαι. παραμει- | |
| νάτωσαν δὲ Στέφανος καὶ Εὐκλείδας καὶ Κτήμα καὶ Μόσχιον Φίλωνι καὶ | |
| Εὐαμέρει, τᾷ Φίλωνος γυναικί, πάντα τὸν τᾶς Φίλωνος καὶ Εὐαμέριος | |
| 15 | ζωᾶς χρόνον, ὑπηρετέοντες καὶ ποιοῦντες πᾶν τὸ δυνατὸν καὶ ἐπι- |
| τασσόμενον ὑπὸ Φίλωνος καὶ Εὐαμέριος.εἰ δὲ μὴ παραμείναιεν ἢ μὴ | |
| πειθαρχέοισαν, ἐξουσίαν ἐχέτωσαν Φίλων καὶ Εὐάμερις ἐπιτειμέοντες | |
| τῶμ <μ>ὴ πειθαρχεόντων καὶ μαστειγοῦντες καὶ διδέντες καὶ ἐγμισθοῦν- | |
| τες τὰν ἐργασίαν τοῦ μὴ παραμένοντος. χωρὶς πράσιος ἔστωσαν | |
| 20 | δὲ τὰ προγεγραμμένα σώματα πρὸ τοῦ τελευτᾶν Φίλωνα καὶ Εὐάμεριν, ἀ- |
| πολελυμένα τᾶς παραμονᾶς πρὸ ἁμερᾶν τριάκοντα. τὸ ἀντίγραφον ἐτέθη τᾶς | |
| ὠνᾶς ἐν τὰ δαμόσια γράμματα. μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος | |
| Φιλονείκου, Πολέμαρχος Δάμωνος· Ἀριστοκλέας Φιλονείκου, Αἰακίδας | |
| Εὐκλείδα, Νικάνωρ Λυσιμάχου, Διόδωρος Ὀρέστα, Λυσίμαχος Νικάνορος, Ξεν- | |
| 25 | [α]γόρας Ἁβρομάχου, Πρόθυμος Ἡρακλείδα. |