[ ]
Phokis — Delphi — 100 BC
| 1 | ἄρχοντος Διοδώρου, βουλευόντων τὰν δευτέραν ἑξά- |
| μηνον Σωτύλου <τὰν> τοῦ Σωστράτου, Καλλιδάμου τοῦ | |
| Ἀμφιστράτου, γραμματεύοντος δὲ βουλᾶς Φιλονίκου τοῦ | |
| Μενεδάμου, ἀπέδοτο Φιλόνικος Μενεδάμου, συνευδο- | |
| 5 | κέοντος καὶ τοῦ υἱοῦ Μενεδάμου, τῶι Ἀπόλλωνι τῶι Πυθί- |
| ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Διονυσόδωρος τὸ γένος | |
| Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶ- | |
| σαν, καθὼς ἐπίστευσε Διονυσόδωρος τῶι θεῶι τὰν ὠνάν, | |
| ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
| 10 | πάντα χρ<ό>νον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα |
| θέλη. βεβαωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέων Ἥρυος. | |
| εἰ δέ τις ἐφάπτοιτο Διονυσοδώρου ἐπὶ καταδουλισμῶι, βέ- | |
| βαιον παρεχόντων τῶι θεῶ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ | |
| ὁ βεβαιωτήρ ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
| 15 | συλέοντες Διονυσόδωρον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες |
| καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος Πατρέας καὶ Ἁγίων καὶ οἱ ἄρχοντες Σωτύλος, | |
| Καλλίδαμος καὶ ἰδιῶται Κλέων Δαμοσθένεος, Νικίας Κλέ- | |
| ωνος, Ἀλκέτας. |