[ ] Phokis — Delphi — 125 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος μηνὸς Θεοξενίου, ἐν δὲ Χαλείω
ἄρχοντος Πετάλου μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀρκέων Ἀρχεδάμου
Χαλειεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἰώνιχος,
τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες
5 κατὰ τὸ σύμβολον· Βαβύλος Αἰακίδα Δελφὸς καὶ Φίλιος Λυκ․ίου  Χαλει-
εύς· ἐφ’ {ὅτ} ὧ[τ]ε ἐλεύθερον εἶμεν Ἰώνιχον καὶ ἀνέφαπτον ἀπὸ πάντων,
ποιοῦντα ἅ κα αὐτὸς θέλη, καθὼς ἐπίστευσε τὰν ὠνὰν Ἰώνιχος τῶι
θεῶι. εἰ δέ τις ἐφάπτοιτο Ἰωνίχου ἐπὶ καταδουλισμῶ, βέβαιον παρεχέ-
τω ὅ τε ἀποδόμενος Ἀρκέων τῶι θεῶι τὰν ὠνὰν καὶ οἱ βεβαιωτῆρες βε-
10 βαιούντω τῶι θεῶ Ἰώνιχον. καὶ ὁμοίως κύριος ἔστω ὁ παρατυχὼν συλέ-
ων Ἰώνιχον καὶ ὁ προϊστάμενος αὐτοῦ ἐπ’ ἐλευθερία ἀζάμιος καὶ ἀνυπό-
δικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ προστάται Φιλαίτωλος καὶ Βα-
βύλος καὶ Ἁγίων Κλεοδάμου, Πάσων Δαμ[έν]εος, Τιμοκλῆς Πολύωνος, Διονύ-
[σ]ιος, Πολίτας οἱ Ἀσάνδρου· Ξενοκλῆς, Δάμων Χαλειεῖς.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants