[ ]
Phokis — Delphi — 125 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος μηνὸς Θεοξενίου, ἐν δὲ Χαλείω |
| ἄρχοντος Πετάλου μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀρκέων Ἀρχεδάμου | |
| Χαλειεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἰώνιχος, | |
| τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες | |
| 5 | κατὰ τὸ σύμβολον· Βαβύλος Αἰακίδα Δελφὸς καὶ Φίλιος Λυκ․ίου Χαλει- |
| εύς· ἐφ’ {ὅτ} ὧ[τ]ε ἐλεύθερον εἶμεν Ἰώνιχον καὶ ἀνέφαπτον ἀπὸ πάντων, | |
| ποιοῦντα ἅ κα αὐτὸς θέλη, καθὼς ἐπίστευσε τὰν ὠνὰν Ἰώνιχος τῶι | |
| θεῶι. εἰ δέ τις ἐφάπτοιτο Ἰωνίχου ἐπὶ καταδουλισμῶ, βέβαιον παρεχέ- | |
| τω ὅ τε ἀποδόμενος Ἀρκέων τῶι θεῶι τὰν ὠνὰν καὶ οἱ βεβαιωτῆρες βε- | |
| 10 | βαιούντω τῶι θεῶ Ἰώνιχον. καὶ ὁμοίως κύριος ἔστω ὁ παρατυχὼν συλέ- |
| ων Ἰώνιχον καὶ ὁ προϊστάμενος αὐτοῦ ἐπ’ ἐλευθερία ἀζάμιος καὶ ἀνυπό- | |
| δικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ προστάται Φιλαίτωλος καὶ Βα- | |
| βύλος καὶ Ἁγίων Κλεοδάμου, Πάσων Δαμ[έν]εος, Τιμοκλῆς Πολύωνος, Διονύ- | |
| [σ]ιος, Πολίτας οἱ Ἀσάνδρου· Ξενοκλῆς, Δάμων Χαλειεῖς. |