[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | ἄρχοντος ἐν μὲν Χαλείω Εὐα- |
| μέρου τοῦ Δάσωνος μηνὸς Λυκείου, | |
| ἐν δὲ Δελφοῖς ἄρχοντος Φιλονείκου | |
| μηνὸς Βυσίου, βουλευόντων Πά- | |
| 5 | τρωνος, Εὐκλείδα, Δάμωνος, Στρά- |
| τωνος, ἀπέδοτο Βάχιος Βαχιάδα κο- | |
| ράσιον ἇ ὄνομα <Βα>χίς, τειμᾶς ἀργυρίου | |
| μνᾶς, καὶ τὰν τειμὰν ἀπέχει πᾶ- | |
| σαν, καθὼς ἐπίστευσε Βαχὶς τῶ[ι] | |
| 10 | θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέρα[ν] |
| εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
| τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ το[ὺς] | |
| νόμους <τ>ᾶς πόλιος· Δασιάδας. π[α]- | |
| ραμε<ι>νάτω {ι} δὲ Βαχὶς Βαχίωι ἕως κα | |
| 15 | ζῆ ποιοῦσα τὸ ἐπιτασ<σ>όμενον πᾶν τὸ |
| δυνατόν. εἰ δὲ μὴ ποιήση, ἐξουσίαν | |
| ἐχέτω {ι} ἐπιτειμέων τρόπω ὧι κα θέ- | |
| λη. εἰ δέ τι ἀνθρώπινον γένοιτο πε- | |
| ρὶ Βάχιον, ἀπολελυμένα ἔστω ἀπὸ τ[ᾶς] | |
| 20 | παραμονᾶς. μάρτυροι· οἱ ἱερεῖς τοῦ |
| Ἀπόλλωνος Αἰακίδας, Ἐμμενίδας, | |
| ἰδιῶται Σάτυρος, Δάμων, Δείνων. |