[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Θάρρ[υ]ος μηνὸς Παναγυρίου ὡς Ἀμφισσεῖς |
| ἄγοντι, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοστράτου μηνὸς | |
| Ποιτροπίου, ἀπέδοτο Τέλων καὶ Κλητώ, συνευδοκέον- | |
| τος τοῦ υἱοῦ Στράτωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| 5 | ἀνδρεῖον ὧι ὄνομα Σῶσος τὸ γένος Καππάδοκα, τιμᾶς ἀρ- |
| γυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σῶσος τῶι θεῶι τὰν | |
| ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ | |
| πάντων τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ κα- | |
| τὰ τὸ σύμβολον· Φιλόξενος Δωροθέου Ἀμφισσεύς. ἁ δὲ προ- | |
| 10 | τερασία ὠνὰ ἁ γενομένα Σώσου τῶι Ἀπόλλωνι ἐπὶ ἄρχον- |
| τος ἐν Δελφοῖς Θρ[α]συκλέος καὶ τὰ ἐν τᾶι ὠνᾶι ποτιγεγραμμέ- | |
| να ὥσστε παραμεῖναι Σῶσον παρὰ Τέλωνα καὶ Κλητὼ ἇς | |
| κα ζώωντι ἀτελὴς καὶ ἀρμένα ἔστω. μάρτυροι· οἱ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ ὁ ἄρχων Πυῤ- | |
| 15 | ῥίας Ἀρχελάου καὶ Ἀμφισσεῖς Χαρίξενος Ἐκεφύλου, |
| Πολύκριτος, Ἀριστόδαμος Καλλικλέος, Εὐθύδαμος Πο- | |
| λύκριτου, Δωρόθεος Τιμασίου, Δημήτριος Μονίμου. τὰν | |
| ὠνὰν φυλάσσοντι οἵ τε ἱερεῖς Πραξίας καὶ Ἀνδρό- | |
| νικος καὶ Ἀμφισσεῖς Πολύκριτος, [Χαρί]ξεν[ος] | |
| 20 | Ἐκεφύλου. |