[ ]
Phokis — Delphi — 176 BC
| 1 | στραταγέοντος Νικάνδρου |
| Τριχονιέος τὸ τρίτον μηνὸς | |
| Ἱπποδρομίου, ἐν Δελφοῖς δὲ | |
| ἄρχοντος Μελισσίωνος | |
| 5 | μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ- |
| πέδοτο Νικόστρα[τ]ος Ἀλέξω- | |
| νος Ποταναῖος τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι σῶμα ἀν- | |
| δρεῖον ὧι ὄνομα Πρωτέας ἐνδο- | |
| 10 | γενῆ, τιμᾶς ἀργυρίου μνᾶν |
| τριῶν, καθὼς ἐπίστευσε | |
| Πρωτέας τῶι θεῶ[ι] τὰν ὠνάν, | |
| ἐφ’ ὧιτε {ε} ἐλεύθερος εἶμεν καὶ | |
| ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
| 15 | τα χρόνον, ποέων ὅ κα θέληι. |
| βεβαιωτήρ· Δαμένης. | |
| μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμ- | |
| βος, Ἀμύντας καὶ τῶν ἀρ- | |
| χόντων Ἀνδρόνικος, Ἀρι- | |
| 20 | στίων, ἰδιῶται Μαντίας, |
| Δαμοχάρης, Δαμοσθένης, | |
| Νίκων. |