[ ]
Phokis — Delphi — 187/86 BC
| 1 | ἄρχ[οντο]ς Πισιλάου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε |
| ἀπέ[δοτο] Φίδιον Εὐκλέος Δελφίς, συνεπαινεούσας | |
| Εὐκλ[είας] τᾶς Δαμοκράτευς θυγατρὸς Δελφίδος, τῶι | |
| Ἀπόλ[λω]νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτήρι- | |
| 5 | χος, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε Σωτή- |
| [ριχ]ος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ | |
| [ἀν]έφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντα ὅ κα θέ- | |
| ληι. βεβαιω{ι}τῆρες {²⁶βεβαιωτῆρες}²⁶ κατὰ τὸν νόμον· Δαμοκράτης Καλλιγέ- | |
| νευς, Δίων Κλέωνος Δελφοί. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀ- | |
| 10 | πόλλωνος Ξένων, Ἄθανβος καὶ τοὶ ἄρχοντες Ξένων, |
| Θεόφραστος, Ἀριστοτέλης, ἰδιῶται Πράοχος, Καλ- | |
| λίστρατος, Καλλικλῆς, Ἀριστόμαχος. |