[ ]
Phokis — Delphi — 181 BC
| 1 | στραταγέοντος Ἀρχεδάμου Φόλα τὸ τρίτον μηνὸς Ἱπποδρομίου, ἐν Δελφοῖς δὲ ἄρχοντος |
| Δαμοσθένεος μηνὸς Ἰλαίου, ἀπέδοτο Αὐτοκλῆς Δαμαινέτου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φίλα τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν | |
| τριῶν, καθὼς ἐπίστευσε Φίλα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- | |
| 5 | πτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὰν συμβολὰν |
| καὶ κατὰ τὸν νόμον· Ἡρακλείδας Ἀμφισσεύς, Δαμοκράτης Δελφός. μάρτυρες· | |
| Ἄθαμβος ὁ ἱερεύς, οἱ ἄρχοντες Σωδαμίδας, Ἧρυς· — Καλλίκων, Εὐκλείδας, Νίκων | |
| Δελφοί, Ἀριστομένης, Εὐβουλίδας Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ Καλλίκωνα καὶ | |
| Εὐβουλίδαν. |