[ ]
Phokis — Delphi — 178 BC
| 1 | στραταγέοντος τῶμ Φωκέων Πολυξένου |
| Τειθρωνίου, ἐν δὲ Δελφοῖς ἄρ[χ]οντος Πραξία, βου- | |
| λευόντων Μνάσωνος, Σωτίμου, Ἀμφιστράτου, μηνὸς | |
| Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ξένων, Πολυ- | |
| 5 | κράτης Λιλαιεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα |
| ἀνδρεῖον ὧι ὄνομα Δαμοκράτης, τιμᾶς ἀργυρίου | |
| μνᾶν πέντε, καθὼς ἐπίστευσε Δαμοκράτης τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧστε ἐλεύθερος εἶμεν καὶ | |
| ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, | |
| 10 | ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον |
| καὶ τὰν συμβολάν· Πολύξενος Λεοντομένεος | |
| Λιλαιεύς. μάρτυρες· οἵ τε ἱερεῖς Ἄθαμβος, Ἀμύν- | |
| τας, τῶν δὲ ἀρχόντων Μνάσων, Σώτιμος, ἰδιῶ- | |
| ται Λέων, Διόδωρος, Καλλικράτης Δελφοί, | |
| 15 | Ξένων Φίλωνος, Ἀντικράτης, Καλλικλέας Λιλαι- |
| εῖς. |