[ ]
Phokis — Delphi — 181 BC
| 1 | στραταγέοντος Ἀρχεδάμου |
| τὸ τρίτον μηνὸς Εὐθυαίου, ἐν Δελ- | |
| φοῖς δὲ ἄρχοντος Δαμοσθένεος μη- | |
| νὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρί- | |
| 5 | στων Ἐπηράτου Χ[α]λειεὺς τῶι Ἀπόλλω- |
| νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
| Πυῤῥίας, τιμᾶς ἀργυ[ρί]ου μνᾶν δύο, κα- | |
| θὼς ἐπίστευσε Πυῤῥία[ς] τῶι θεῶι τὰν | |
| ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ | |
| 10 | ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βί- |
| ον, ποέων ὅ κα θέληι. βεβαιωτῆρες κατὰ | |
| τὸν νόμον καὶ τὰν συμβολάν· Εὐθύδα- | |
| μος Εὐθυμάχου Ἀμφισσεύς, Κριτόλα- | |
| ος Ἀγελάου Δελφός. μάρτυρες· τῶν | |
| 15 | ἀρχόντων Ἀστύχος, ἰδιῶται Εὐβου- |
| λίδας Ἀμφισσεύς, Ἀνδρόνικος, Ἄνδρων, | |
| Ἧρυς, Δαμοχάρης Δελφοί. |