[ ]
Phokis — Delphi — 181 BC
| 1 | στραταγέοντος Ἀρχεδάμου τὸ τρίτον μηνὸς Ἀγυείου, ἐ[ν] Δελφοῖς δὲ ἄρ- |
| χοντος Δαμοσθένεος μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔνικος | |
| Εὐνίκου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Ἐπιμελὴς τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς | |
| 5 | ἐπίστευσε Ἐπιμελὴς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν |
| κα[ὶ] ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι. βε- | |
| βαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Ἀγήσων | |
| Στρομβίχου Ἀμφισσεύς, Δαμοχάρης Καλλείδα, Ὀρθαῖος Μαντία Δελ[φοί]. | |
| παραμεινάτω δὲ Ἐπιμελὴς παρὰ Ἀγήσωνα ἄχρι κα ζώηι Ἀγήσ[ων] | |
| 10 | ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ [δέ τί] |
| κα πάθηι Ἀγήσων, ἐλευθέρα ἔστω Ἐπιμελὴς κυριεύουσα αὐτοσαυτ[ᾶς καὶ] | |
| ποέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς ἐ[πί]σ[τευσε] | |
| τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ἐπιμελέος ἐπὶ κατα[δουλισμῶι] | |
| τελευτάσαντος Ἀγήσωνος ἢ καὶ πρότερον, βέβαιον παρεχό[ντων] | |
| 15 | τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὔνικος καὶ οἱ βεβαιωτῆρες Ἀγήσων, Δ[αμοχάρης], |
| Ὀρθαῖος κατὰ τὸν νόμον καὶ τὰν συμβολάν. ὁμοίως δὲ καὶ οἱ παρατυ[γχάνον]- | |
| τες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντ[ες καὶ] | |
| ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπό[λλωνος] | |
| Ξ̣ένων, Ἄθαμβος, ἰδιῶται Ἀμύντας, Πραξίας, Καλλίας, Κράτων, Νικό[βου]- | |
| 20 | λος, Ἀριστοκράτης Δελφοί, Λαμπρίας Καλλία, Ἀπολλόδωρος |
| Ἀμφισσεῖς. |