[ ]
Phokis — Delphi — 186 BC
| 1 | ἄρχοντος Νικοβούλου μηνὸς Βουκατίου, ἐπὶ το[ῖσ]- |
| δε ἀπέδοτο Μενέστας τῶι Ἀπόλλωνι σῶμα | |
| γυναικεῖον ἇι ὄνομα Γνωσιφίλα τὸ γένος ἐξ | |
| Σπερχειᾶν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων. | |
| 5 | βεβαιωτήρ· Χαρίξενος Ἀμυνέα. καθὼς ἐπίστευ- |
| σε Γνωσιφίλα τῶι θεῶι τὰν ὠνάν. παραμεινά- | |
| τω δὲ Γνωσιφίλα παρὰ Μενέσταν ἄχρι κα ζώηι | |
| ποέουσα τὰ δυνατὰ ἀνεγκλήτως. εἰ δέ κα πάθη τι Μενέ- | |
| στας, ἀποτρεχέτω ἐλευθέρα Γνωσιφίλα ὅπαι κα | |
| 10 | θέληι. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ |
| ἄρχοντες Εὐκλείδας, Ξενόστρατος, ἰδιῶ[τ]αι Δίων, | |
| Κλεόδαμος, Δαμοχάρης, Εὐκράτης, Πολέμαρχος, Μέ[νη]ς. |