[ ] Phokis — Delphi — 181 BC
1 στραταγέοντος Ἀρχεδάμου τὸ τρίτον μηνὸς Ἀγυείου, ἐ[ν] Δελφοῖς δὲ ἄρ-
χοντος Δαμοσθένεος μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔνικος
Εὐνίκου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Ἐπιμελὴς τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς
5 ἐπίστευσε Ἐπιμελὴς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν
κα[ὶ] ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι. βε-
βαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Ἀγήσων
Στρομβίχου Ἀμφισσεύς, Δαμοχάρης Καλλείδα, Ὀρθαῖος Μαντία Δελ[φοί].
παραμεινάτω δὲ Ἐπιμελὴς παρὰ Ἀγήσωνα ἄχρι κα ζώηι Ἀγήσ[ων]
10 ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ [δέ τί]
κα πάθηι Ἀγήσων, ἐλευθέρα ἔστω Ἐπιμελὴς κυριεύουσα αὐτοσαυτ[ᾶς καὶ]
ποέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς ἐ[πί]σ[τευσε]
τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ἐπιμελέος ἐπὶ κατα[δουλισμῶι]
τελευτάσαντος Ἀγήσωνος ἢ καὶ πρότερον, βέβαιον παρεχό[ντων]
15 τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὔνικος καὶ οἱ βεβαιωτῆρες Ἀγήσων, Δ[αμοχάρης],
Ὀρθαῖος κατὰ τὸν νόμον καὶ τὰν συμβολάν. ὁμοίως δὲ καὶ οἱ παρατυ[γχάνον]-
τες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντ[ες καὶ]
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπό[λλωνος]
Ξ̣ένων, Ἄθαμβος, ἰδιῶται Ἀμύντας, Πραξίας, Καλλίας, Κράτων, Νικό[βου]-
20 λος, Ἀριστοκράτης Δελφοί, Λαμπρίας Καλλία, Ἀπολλόδωρος
Ἀμφισσεῖς.
Search Help