[ ]
Phokis — Delphi — 186/185 BC
| 1 | ἄρχοντος Νικοβούλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολέμων Ἀγα- |
| σάνδρου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
| [ο]ν ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ζωπύ- | |
| ρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| 5 | τὸμ πάντα βίον, ποέουσα ὅ κ[α] θέληι. βεβαιωτὴρ κατὰ {ο} τὸν νόμον· Εὐκλείδας |
| Θεοδώρου Δελφός. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόν- | |
| των Εὐκλείδας, ἰδιῶται Μνάσων, Πειθαγόρας, Δαμοχάρης Δελφο[ί], | |
| Ἀριστομένης, Δαμαίνετος, Φίλων Ἀμφισσεῖς. |