[ ] Phokis — Delphi — 186/185 BC
1 ἄρχοντος Νικοβούλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολέμων Ἀγα-
σάνδρου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
[ο]ν ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ζωπύ-
ρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
5 τὸμ πάντα βίον, ποέουσα ὅ κ[α] θέληι. βεβαιωτὴρ κατὰ {ο} τὸν νόμον· Εὐκλείδας
Θεοδώρου Δελφός. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόν-
των Εὐκλείδας, ἰδιῶται Μνάσων, Πειθαγόρας, Δαμοχάρης Δελφο[ί],
Ἀριστομένης, Δαμαίνετος, Φίλων Ἀμφισσεῖς.
Search Help
Contact Us