[ ]
Phokis — Delphi — 186 BC
| 1 | ἄρχοντος [Ν]ικοβούλου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νεοπάτρα Ὀρθαίου |
| Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ζωπύ- | |
| ρα, Σωσίχα, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσαν Ζωπύρα, Σωσίχα τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ | |
| 5 | πάντα βίον βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. παραμε[ι]νάν- |
| των δὲ Ζωπύρα, Σωσίχα παρὰ Νεοπάτραν ἄχρι κα ζώηι Νεοπάτρα ποέουσαι | |
| τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποιέωντι | |
| Ζωπύρα ἢ Σωσίχα τῶν ποτιτασσομένων ὑπὸ Νεοπάτρας καθὼς | |
| γέγραπται δυναταὶ οὖσαι, ἐξέστω Νεοπάτρα κολάζειν καθώς | |
| 10 | κα αὐτὰ δείληται καὶ ἄλλωι ὑπὲρ Νεοπάτραν ἀζαμίοις ὄντοις καὶ ἀνυ- |
| ποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Νεοπάτρα, ἐλεύθεραι | |
| ἔστων Ζωπύρα καὶ Σωσίχα κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποέουσαι ὅ κα θέλων- | |
| τι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ζωπύρας | |
| ἢ Σωσίχας ἐπεί κα τελευτάσηι Νεοπάτρα βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι | |
| 15 | θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- |
| των συλέοντες ὡς ἐλευθέρας οὔσας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
| πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα ἀζετωθέωντι περὶ Νεοπάτραν πεπο- | |
| νηρευμέναι ἢ τῶν Νεοπάτρας ὑπαρχόντων κύριοι ἐόντω οἱ ἐπίνομοι κολά- | |
| ζοντες αὐτὰς καθ’ ὅ τι κα αὐτοῖς δοκῆι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
| 20 | πάσας δίκας μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν ἀρχόντων Εὐκλείδας, |
| ἰδιῶται Ἱεροκλῆς, Χαρίξενος, Βάχχιος. |