[ ] Phokis — Delphi — 188 BC
1 ἄρχοντος Ξέ[ν]ωνος τοῦ Ἀτεισίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Θαῤῥίκων Τιμοκλέος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυ-
ναικεῖα δύο αἷς ὀνόματα Ζωπυρίς, Δικαιαγόρα καὶ ἀνδρεῖα δύο οἷς ὀνό-
ματα Νικόβουλος, Ξενομένης, τιμᾶς ἀγυρίου μνᾶν δώδεκα, καθὼς ἐπί-
5 στευσαν Ζωπυρίς, Δικαιαγόρα, Νικόβουλος, Ξενομένης τῶι θεῶι τὰν ὠνὰν,
ἐφ’ ὧιτε αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους τὸμ πάντα βίον, ποέ-
οντας ὅ κα θέλωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἁγίων Ἁγίωνος, Ἀρχέ-
λαος Πυθοφάνεος, — — — Μαχάτας Νικοβούλου Δελφοί, — — — Μένανδρος Τιμαίου
Ἀπολλωνιεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, ἰδιῶται Ὀρθαῖος Χάρη-
10 τος, Κλεόδαμος Κλέωνος, Πράξων Πλείστωνος, Ἄνδρων Ζηνέα, Διό-
δωρος Μνασιθέου.
Search Help
Contact Us