[ ]
Phokis — Delphi — 176 BC
| 1 | [στρατ]αγέον[το]ς Νικάνδ[ρ]ο[υ Τριχονίου τ]ὸ τρίτο[ν] |
| [μην]ὸς Εὐθυαίου, ἐν Δελφοῖς [δὲ] ἄρχ[οντος Μελ]ισσίω- | |
| νος μηνὸς Ἀμαλίου, ἐπὶ το[ῖσ]δε ἀπέ[δοτο Ἀριστο]κλέα | |
| Εὐξιθέου Δρυ<ο>παῖος τῶι Ἀπόλ[λω]νι τῶι Πυθίωι [σῶμ]α ἀν- | |
| 5 | δρεῖον ὧι ὄνομα Μηνόφιλο[ς] τὸ γένος ἐκ Πιονιᾶν, τιμᾶς |
| ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Μηνό- | |
| φιλος τῶι θεῶι τὰν ὠνά[ν], ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν | |
| καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων | |
| ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Λυσίπονος | |
| 10 | Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, |
| Ἀμύντας καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, | |
| Ἀριστίων, ἰδιῶται Χαρίξενος, Μένιππος, Καλλίκων. |