[ ]
Phokis — Delphi — 188 BC
| 1 | [ἄρχοντ]ος Ξένωνος μηνὸς Θεοξενίου, ἐν δὲ Ἀμφίσσαι ἄρχοντος Ἀρχεδά- |
| [μ]ου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Μνασίλαος Εὐδαμίδα Ἀμ- | |
| φισσεύς, Ἀγάθων Ἀπολλωνίου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| [γ]υναικεῖον ἇι ὄνομα Νικαία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί- | |
| 5 | στευσε Νικαία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος |
| τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Εὐδαμίδας | |
| Λαάρχου Ἀμφισσεύς. μάρτυρες· οἱ ἱερεῖς Ξένων, Ἄθαμβος· Δαμοχάρης, Ἁγίων, | |
| Δαμένης Δελφοί, Καλλικράτ[η]ς, Ἄνδρων, Κλέων Ἀμφισσεῖς. |