[ ] Phokis — Delphi — 189 BC
1 στ[ραταγέοντος Νικάνδρου Τρι]χονέος μηνὸς Πανάμου,
ἐν [Δελφοῖς δὲ ἄρχοντος Ξένων]ος τοῦ Ἀτεισίδα μηνὸς
Βο[υκατίου, ἐπὶ τοῖσδε ἀπέδοντ]ο Ἁρμοδίκα Ξενοδόκου,
Ξ[ενόδοκος, Δίων Εὐάρχου Ἀμφι]σσεῖς Νίκωνα, Σωσίαν τῶι Ἀπόλ-
5 [λωνι τῶι Πυθίωι, ἀργυρίου μν]ᾶν δέκα, καθὼς ἐπίστευσε Σωσίας καὶ Νίκων
[τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτ]οὺς ἐλευθέρους εἶμεν, ποέοντας
[ὅ κα θέλωντι. β]εβαιωτὴρ κατὰ τὸν νόμον· Σώξενος
[Κλέωνος. μ]άρτυρες· ὁ ἱερεὺς Ἄθαμβος· Ξενόστρατος
[Κλέωνο]ς· Ἐκέφυλος Δελφοί.
Search Help
Contact Us