[ ]
Phokis — Delphi — 181 BC
| 1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Δαιδαφορίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Πυθίνας Ἀνδρέα Ἀμβρύσσι- | |
| ος τῶ Ἀπόλλωνι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα | |
| Ἀμβροσία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί- | |
| 5 | στευσε τῶ θεῶ τὰν ὠνὰν Ἀμβροσία, ἐφ’ ὧ αὐτὰν ἐλευ- |
| θέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιοῦ- | |
| σαν ὅ κα θέλη. βεβαιωτήρ· Ξενοκράτης Μεδεώνιος. | |
| μάρτυρες· οἱ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες | |
| Κλεύδαμος, Μενέστρατος, Μαντίας, ἰδιῶται Ξένων | |
| 10 | Γλαύκου, Διόδωρος, Ἀριστίων. |