[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα τοῦ Δάμω- |
| νος μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἐρά- | |
| των καὶ Ἀρισταγόρας Νικάρχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα ἀνδρεῖον ὧι ὄν[ο]μα Σωτη[ρ]ίδας τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου ΜΜΜ {²⁶μνᾶν τριῶν}²⁶ καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. | |
| 5 | βεβαιωτήρ· Μεσατεὺς Ἐράτωνος. καθὼς ἐπίστευσε Σωτηρίδας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ[ι]- |
| τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέ- | |
| χων οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίδα ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων οἵ τε ἀποδόμε- | |
| νοι καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ ἰδιῶ- | |
| ται Δεξώνδας, Ἐμμενίδας Δεξικράτεος, Ἰατάδας καὶ τῶν ἀρχόντων Γενναῖος. |