[ ] Phokis — Delphi — 140-100 BC
1 [ἄρ]χοντος Κλεώ[ν]δα τοῦ Μενεκ[— — —]
[μ]ηνὸς Ἀπελλαίου, [β]ουλευό[ν]των [τὰν πρ]-
ώτα<ν> ἑξάμηνον Ἁγ<ί>ωνος τοῦ [Κλεοδά]-
μου, Πάτρω<ν>ος τοῦ Ἰατάδα, γραμμα-
5 [τεύο]ντος δὲ τᾶς βουλᾶς Αἰνέα {²⁷Ἀριστέα?}²⁷ τοῦ Φίλω<ν>ος, ἐπὶ τοῖ-
[σδε ἀπέ]δοτο Ξενὶς Μενεστράτου, συνευδοκεόν-
τω[ν κ]αὶ τῶν υἱῶν αὐτᾶς Εὐκλείδα καὶ Μενε-
στρ[άτο]υ, τῶι Ἀπόλλωνι σῶμα ἀνδρεῖον παιδάριον οἰκογε-
νὲς ὧι ὄνομα Κάρπος, τιμᾶς ἀργυρίου μνᾶν δέ-
10 κα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
[σε] Κάρπος τῶι θεῶι τὰν ὠνάν, [ἐ]φ’ ᾧτε ἐλεύθερος
[εἶμε]ν καὶ ἀνέφα<π>τον ἀπὸ πάντων τὸν πάντα βίον,
[ποιο]ῦντα ὅ κα θέλῃ καὶ ἀποτρ[έ]χοντα οἷς κα θέλῃ. βε-
[β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό-
15 [λι]ος· Λαιάδας Βαβύλου. εἰ δέ τις ἐφάπ-
τοιτο Κάρπου ἐπὶ καταδουλι[σ]μῶι, βέβαιον
παρεχόντω τὰν ὠνὰν ἅ τε ἀποδομένα [Ξ]ε-
νὶς καὶ ὁ βεβαιωτὴρ Λαιάδας· κύριος <δ>ὲ ἔστω καὶ ἄλ-
λος ὁ παρατυχ<ὼ>ν συλέων Κάρπον [ὡς] ἐλεύθερον [ὄν-
20 [τα] ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας
[καὶ] ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἄρχων Καλλία, Ἄθ[α]μβος Ἁβρομάχου
καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ ἰδιῶται Τιμοκρά-
της Εὐκράτεος, Πεισίστρατος Βούλωνος·
25 Ἁγίων Κλεοδάμου· Δαμόστρα[τ]ος
Μενεστράτου.
Search Help
Contact Us