[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Ἀρχία μηνὸς |
| Ἐνδυσποιτροπίου, ἐν δὲ Λοκροῖς ἀγω- | |
| νοθετέοντος Λύκωνος τοῦ Λυ- | |
| κέα Φυσσκέος μηνὸς Ποκίου, ἐπὶ τοῖσ- | |
| 5 | δε ἀπέδοτο Ἀριστόφυλος Κριτολάου Φυσ- |
| σκεύς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Κριτολάου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ- | |
| ναικε[ῖ]ον ἇι ὄνομα Λαδίκα τὸ γένος Σύ- | |
| ραν, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τι- | |
| μὰν ἔχει. παραμεινάτω δὲ Λαδίκα πα- | |
| 10 | ρὰ Ἀριστόφυλον ἄχρι κα ζῇ Ἀριστόφυλος ἀνενκλήτ<ω>ς |
| ποιοῦσα πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένῃ καθὼς γέγραπται, | |
| κύριος ἔστω Ἀριστόφυλος κολάζων οἷ κα θέληι τρόπωι, πλὰν μὴ πωλησά- | |
| τω{ι} μηθενί. εἰ δὲ ἀποδοῖτο, ὁ παρατυχὼν κύριος ἔστω συλέων Λαδίκαν | |
| ὡς ἐλευθέραν. εἰ δέ κά τι πάθῃ Ἀριστόφυλος, ἐλευθέρα ἔστω Λαδί- | |
| 15 | κα κατὰ τὰν ὠνὰν τοῦ θεοῦ καὶ κυρία ἔστω ποιοῦσα ὅ κα θέ- |
| ληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. εἰ δέ τις καταδουλίζοιτο ἢ ἐφά- | |
| πτοιτο [Λ]αδίκας, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖ- | |
| σαν ἀνυπόδικος ὢν πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κατὰ τὸ | |
| [σ]ύμβο[λ]ον· Ἄθαμβος Ἀθανίωνος Δελφός, Νικόμαχος Ἀρνία Φυσ- | |
| 20 | σκεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνι- |
| κος καὶ οἱ ἄρχοντες τᾶς πόλιος Δρομοκλείδας, Ξενόκριτος, ἰδι- | |
| ῶται Εὐάγγελος, Τείσων Θευχάριος, Ἡρακλείδας, Λυσίας, | |
| Μαντίας Κλευδ<άμ>ου {⁴Κλευδώρου}⁴ Δελφοί, Ἀγησίλαος Κλέωνος, Νικόμαχος | |
| Ἀρνία Φυσσκεῖς. |