[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | [ἄρ]χοντος Κλεώ[ν]δα τοῦ Μενεκ[— — —] |
| [μ]ηνὸς Ἀπελλαίου, [β]ουλευό[ν]των [τὰν πρ]- | |
| ώτα<ν> ἑξάμηνον Ἁγ<ί>ωνος τοῦ [Κλεοδά]- | |
| μου, Πάτρω<ν>ος τοῦ Ἰατάδα, γραμμα- | |
| 5 | [τεύο]ντος δὲ τᾶς βουλᾶς Αἰνέα {²⁷Ἀριστέα?}²⁷ τοῦ Φίλω<ν>ος, ἐπὶ τοῖ- |
| [σδε ἀπέ]δοτο Ξενὶς Μενεστράτου, συνευδοκεόν- | |
| τω[ν κ]αὶ τῶν υἱῶν αὐτᾶς Εὐκλείδα καὶ Μενε- | |
| στρ[άτο]υ, τῶι Ἀπόλλωνι σῶμα ἀνδρεῖον παιδάριον οἰκογε- | |
| νὲς ὧι ὄνομα Κάρπος, τιμᾶς ἀργυρίου μνᾶν δέ- | |
| 10 | κα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- |
| [σε] Κάρπος τῶι θεῶι τὰν ὠνάν, [ἐ]φ’ ᾧτε ἐλεύθερος | |
| [εἶμε]ν καὶ ἀνέφα<π>τον ἀπὸ πάντων τὸν πάντα βίον, | |
| [ποιο]ῦντα ὅ κα θέλῃ καὶ ἀποτρ[έ]χοντα οἷς κα θέλῃ. βε- | |
| [β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό- | |
| 15 | [λι]ος· Λαιάδας Βαβύλου. εἰ δέ τις ἐφάπ- |
| τοιτο Κάρπου ἐπὶ καταδουλι[σ]μῶι, βέβαιον | |
| παρεχόντω τὰν ὠνὰν ἅ τε ἀποδομένα [Ξ]ε- | |
| νὶς καὶ ὁ βεβαιωτὴρ Λαιάδας· κύριος <δ>ὲ ἔστω καὶ ἄλ- | |
| λος ὁ παρατυχ<ὼ>ν συλέων Κάρπον [ὡς] ἐλεύθερον [ὄν- | |
| 20 | [τα] ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
| [καὶ] ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Ἄρχων Καλλία, Ἄθ[α]μβος Ἁβρομάχου | |
| καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ ἰδιῶται Τιμοκρά- | |
| της Εὐκράτεος, Πεισίστρατος Βούλωνος· | |
| 25 | Ἁγίων Κλεοδάμου· Δαμόστρα[τ]ος |
| Μενεστράτου. |