[ ]
Phokis — Delphi — 189 BC
| 1 | ἄρχοντος Καλλικράτεος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο Γλαῦκος |
| Ξένωνος, Θεύξενος Δρομοκλείδα, Ἀνδρομένης Νικάνορος Δελφοὶ | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαμὼ οἰκογενῆ, | |
| τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Δαμὼ τῶι θεῶι τὰν ὠνάν, | |
| 5 | ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα |
| βίον, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Δεξικράτης | |
| Μνασιθέου, Ἐτυμώνδας Εὐκλέος. μάρτυρες· τῶν ἀρχόντων Καλλί- | |
| ας, ἰδιῶται Δαμοχάρης, Εὐκλείδας, Τιμόθεος, Διόδωρος, Χαρίξε- | |
| νος. |