[ ]
Phokis — Delphi — 189 BC
| 1 | ἄρχοντος Καλλικράτεος, βουλευόντων Γλαύκου τοῦ Ξένωνος, |
| Δεξικράτεος τοῦ Μνασιθέου, Καλλία τοῦ Ἐμμενίδα, μηνὸς Θεοξενίου, | |
| ἐπὶ το[ῖ]σδε ἀπέδοντο Ἅρμιχον, Ἀρισταγόρα, Τελεσὼ τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Κτήσων, τιμᾶς· ἀργυ- | |
| 5 | ρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Κτή- |
| σων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφα- | |
| πτον ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ποέοντα ὅ κα θέληι. βεβα[ι]- | |
| ωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Ἁγίων Καλλικράτεος, | |
| Ἁβρόμαχος Εὐαγόρα. μάρτυρες· Μνάσων Ξένωνος, Κλεόδαμος | |
| 10 | Κλέωνος, Ἁγίων, Παρνάσσιος Κλέωνος, Αἰακίδας Βαβύλου, |
| Πεισίλας, Πύῤῥος, Δαμοχάρης Καλλείδα, Αἰακίδας. |