[ ]
Phokis — Delphi — 189 BC
1 | ἄρχοντος Καλλικράτεος μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Νικὼ Διοδώρου, Ἀστίας Νικοστράτου |
Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σώτιον τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυ- | |
ρίου μνᾶν τεσσάρων. βεβαιωτῆρ[ε]ς κατὰ τὸν νόμον· Νικόμαχος Νικαγόρα, Πολύξενος Δάμωνος Δελ- | |
φοί. παραμενέτω δὲ Σώτιον παρὰ Νικὼ ἄχ[ρ]ι οὗ κα ζώη Νικώ. ἐπεὶ δέ κά τι πάθηι Νικώ, τοῦ θεοῦ ἔστω Σώ- | |
5 | τιον, κυριεύουσα αὐτοσαυτᾶς, [ἐλ]ευθέρα οὖσα καὶ ἀνέφαπτος τὸμ πάντα χρόνον, καθὼς ἐπί- |
στευσε Σώτιον τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρεχόντων τὰν ὠνὰν οἵ τε ἀποδόμενοι | |
Νικὼ καὶ Ἀστίας καὶ οἱ βεβαιωτῆρες τῶι θεῶι· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων | |
τῶι θεῶι καὶ Σωτίωι καὶ τῶι ὑπὲρ τὸν θεὸν θέλοντι πράσσειν αὐτοῦ καὶ τοῦ ἡμιολίου μνᾶν | |
ἕξ· οἱ δὲ πράσσοντες ἀζάμι’ ἐόντων καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
10 | εἰ δέ τίς κα ἅπτηται Σωτίου τελευτασάσας Νικοῦς, κύριοι ἔστων οἱ <ἀντιτυγχάνοντες> συλέοντες |
ὡς ἐλευθέρας οὔσας καὶ τοῦ θεοῦ ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος | |
καὶ ἰδιῶται Δαμοχάρης Καλλείδα, Νικαγόρας Νικομάχου, Πειθαγόρας | |
Ξένωνος, Ξενόστρατος Ἐχύλλου Δελφοί. |