[ ]
Phokis — Delphi — 189 BC
| 1 | ἄρχοντος Καλλικράτεος μηνὸς Βυσίου, ἐπ[ὶ τοῖ]σδε ἀπέδοτο |
| Εὐθίας Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| κεῖον ἇι ὄνομα Καλλίς, τιμᾶς ἀργυρί[ο]υ μνᾶν τριῶν, καθὼς | |
| ἐπίστευσε Καλλὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐ- | |
| 5 | λευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα βίον, ποέου- |
| σαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Δεινίας | |
| Ἀλέξιος Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| νος Ξένων, Ἄθαμβος· Φυσκίων, Νίκων, Ἀγήσων Ἀμφισ- | |
| σεῖς, Ξενόστρατος, Καλλίας, Θεύξ[ε]νος Δελφοί. |