[ ] Phokis — Delphi — 174 BC
1 στραταγέοντος τῶν Αἰτωλ[ῶν]
[Ἀρχεδάμ]ου Φόλα τὸ τέταρτο[ν] μηνὸς Ἱππο[δρ]ο[μίου],
[ἐν Δ]ελφοῖς δὲ ἄρχοντος Ἀρχελάου τ-
[οῦ Δα]μοσθένεος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδ-
5 [ε ἀπ]έδοντο Ἰρανίων, Ξενίων Δάμωνος Καλλ-
[ιπο]λῖται σώματα δύο, γυναικεῖον καὶ ἀνδρεῖον,
<ο>ἷς [ὀ]νόματα Ἀστερόπα, Νικόμαχος τὸ γένος ἐξ Ἀ-
θαμανίας, ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσε Ἀστε-
ρόπα καὶ Νικόμαχος τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρ-
10 ους καὶ ἀνεφάπτους <εἶμεν> τὸν πάντα [β]ίον, ποιοῦντες ὅ κα θέλων[τι].
βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀλκῖνος Ἀρχιάδα Δελφός,
Ἀγέλαος Ἀγχεμάχου Καλλιπολίτας, Μενέδαμος Δαμοκλ[έος]
Φυσκεύς. μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ἄθαμο]-
ς, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ταραντῖνος, Ἀρχέλαος
15 Πραόχου, Καλλίας, ἰδιῶται Χαρίξενος, Δεξικράτης,
Ἀρχέλαος, Καλλίαρος. Δορίμαχος, Ἀλέξανδρος,
Ὀρέστας.
Search Help
Contact Us