[ ]
Phokis — Delphi — 174 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλ[ῶν] |
| [Ἀρχεδάμ]ου Φόλα τὸ τέταρτο[ν] μηνὸς Ἱππο[δρ]ο[μίου], | |
| [ἐν Δ]ελφοῖς δὲ ἄρχοντος Ἀρχελάου τ- | |
| [οῦ Δα]μοσθένεος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδ- | |
| 5 | [ε ἀπ]έδοντο Ἰρανίων, Ξενίων Δάμωνος Καλλ- |
| [ιπο]λῖται σώματα δύο, γυναικεῖον καὶ ἀνδρεῖον, | |
| <ο>ἷς [ὀ]νόματα Ἀστερόπα, Νικόμαχος τὸ γένος ἐξ Ἀ- | |
| θαμανίας, ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσε Ἀστε- | |
| ρόπα καὶ Νικόμαχος τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρ- | |
| 10 | ους καὶ ἀνεφάπτους <εἶμεν> τὸν πάντα [β]ίον, ποιοῦντες ὅ κα θέλων[τι]. |
| βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀλκῖνος Ἀρχιάδα Δελφός, | |
| Ἀγέλαος Ἀγχεμάχου Καλλιπολίτας, Μενέδαμος Δαμοκλ[έος] | |
| Φυσκεύς. μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ἄθαμ[βο]- | |
| ς, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ταραντῖνος, Ἀρχέλαος | |
| 15 | Πραόχου, Καλλίας, ἰδιῶται Χαρίξενος, Δεξικράτης, |
| Ἀρχέλαος, Καλλίαρος. Δορίμαχος, Ἀλέξανδρος, | |
| Ὀρέστας. |