[ ]
Phokis — Delphi — 190 BC
| 1 | στραταγέοντος Νικάνδρου Τριχονίου μηνὸς Προκυκλίου, ἐν Δελ- |
| φοῖς δὲ ἄρχοντος Καλλικράτεος μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| Κλεύμαχος Ἀμφισσεὺς Σωσίαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου | |
| μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σωσίας τῶι Ἀπόλλωνι τὰν ὠνάν, ἐφ’ ὧι | |
| 5 | αὐτὸν ἐλεύθερον εἶμεν, ποέοντα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν |
| νόμον· Ἀρίστων Χαιρεσιλάου Μυανεύς. τὰν τιμὰν ἔχει. μάρτυροι· Τήλων | |
| Φιλοξένου, Κλέων Σωξένου, Ἀριστόμαχος Κλεαίου, Θηβαγόρας, | |
| Δωρόθεος. |