[ ]
Phokis — Delphi — 190 BC
| 1 | ἄρχοντος Καλλικράτεος μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέ- |
| δοτο Φιλήμων Σωκλέος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυ- | |
| θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βαχχὶς οἰκογενῆ, | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| 5 | καθὼς ἐπίστευσε Βαχχὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐ- |
| τὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον, | |
| ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἁβρόμαχος | |
| Εὐαγόρα Δελφός. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος· Παρνάσσιος, Δαμοχά- | |
| ρης Καλλείδα, Νικόμαχος Νικαγόρα, Μενέστρατος, Κράτων | |
| 10 | Φρικίδα, Ἀριστώνυμος Δελφοί, Μεγακλῆς. |