[ ] Phokis — Delphi — 182 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Ἡραίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχέλαος Πυθοφάνεος
Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Σωσίχα τὸ γένος
5 ἐγ Βοιωτίας, τιμᾶς ἀργυρίου μνᾶν
τεσσάρων καὶ ἡμιμναίου, καθὼς ἐπί-
στευσε Σωσίχα τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων τὸν πάντα βίον,
10 ποιέουσαν ὅ κα θέληι. βεβαιωτὴρ
κατὰ τὸν νόμον· Κλεύδαμος Κλέω-
νος Δελφός. μάρτυρες· τοὶ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος
καὶ τοὶ ἄρχοντες Πεισίλας, Μαντίας,
15 Κλεύδαμος, ἰδιῶται Πράξων,
Γλαῦκος, Πραξίας, Λύσων, Δάμων.
Search Help
Contact Us