[ ]
Phokis — Delphi — 182 BC
| 1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Ἡραίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχέλαος Πυθοφάνεος | |
| Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| γυναικεῖον ἇι ὄνομα Σωσίχα τὸ γένος | |
| 5 | ἐγ Βοιωτίας, τιμᾶς ἀργυρίου μνᾶν |
| τεσσάρων καὶ ἡμιμναίου, καθὼς ἐπί- | |
| στευσε Σωσίχα τῶι θεῶι τὰν ὠνάν, | |
| ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- | |
| πτον ἀπὸ πάντων τὸν πάντα βίον, | |
| 10 | ποιέουσαν ὅ κα θέληι. βεβαιωτὴρ |
| κατὰ τὸν νόμον· Κλεύδαμος Κλέω- | |
| νος Δελφός. μάρτυρες· τοὶ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος | |
| καὶ τοὶ ἄρχοντες Πεισίλας, Μαντίας, | |
| 15 | Κλεύδαμος, ἰδιῶται Πράξων, |
| Γλαῦκος, Πραξίας, Λύσων, Δάμων. |