[ ]
Phokis — Delphi — 195 BC
| 1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς |
| Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς | |
| Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδ<․>οντο Πρώταρχος, Κλέα Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυ[θίωι] | |
| σώματα πέντε οἷς ὀνόμα<τα> Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ, | |
| 5 | Ἀνδριάς, ἀργυρίου μνᾶν ἴκοσι {²⁶εἴκοσι}²⁶. βεβαιωτῆρες κατὰ τὸν νόμον |
| καὶ τὸν ὁμολογίαν· — Νικόδαμος, Πολύκλειτος Πεισίλα, Εὐχαρίδας Φαίνιος, | |
| Δαμοσθένης Ἀρχέλα. παραμενόντω δὲ Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ, | |
| Ἀνδριὸς παρὰ Πρώταρχον καὶ Κλέαν ποέοντες τὸ ποτιτασσόμενον | |
| ἄχρι κα ζώωντι Πρώταρχος καὶ Κλέα. εἰ δέ τί κα πάθη Πρώταρχος ἢ Κλέα, | |
| 10 | τοῦ θεοῦ ἔστω Ἀνθράκιον καὶ Βερενίκα καὶ Λύκα καὶ Φύλαξ καὶ Ἀνδριάς, |
| ἐλεύθεροι ὄντες καὶ ἀνέφαπτοι τὸν πάντα βίον, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
| τὰν ὠνὰν Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ, Ἀνδριάς. βέβαιον δὲ παρεχόντω, | |
| εἴ τίς κα ἅπτηται αὐτῶν· κύριοι ἐόντω οἱ ἀντιτυγχ[ά]νοντες | |
| συλέοντες ὡς ἐλευθέρους ὄντας, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
| 15 | τὰν ὠνάν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
| τοὶ [ἱε]ρεῖς Ξένων, Ἄθαμβος· Κλεόδαμος, Λύσων, Παρνάσσ[ιος]· | |
| Ἀριστόβ[ου]λος Δελφοί. |