[ ]
Phokis — Delphi — 189 BC
| 1 | [ἄ]ρχοντος Ξένωνος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ- |
| δοτο Ἀγήσιον Ξενοδόκου Ἀνφισσὶς τοῖ Ἀπόλλωνι τοῖ Π- | |
| υθίοι σῶμα ἀνδρεῖον οἷ ὄνομα Λυδός, ἀργυρίου μνᾶν | |
| τεσ<σ>άρων, καθὼς ἐπίστευσε Λυδὸς τοῖ θεοῖ τὰ- | |
| 5 | ν ὠνάν, ἐφ’ οἷτε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπ- |
| τον ἀπὸ πάντων τὸν πάντα βίον, ποέοντα ὅ κα θέλη. | |
| παραμενέτω δὲ Λυδὸς παρ’ Ἀγήσιον ἄχρι κα ἄνδρα <λ>- | |
| άβηι Ἀγήσιον, ποιῶν τὸ δέον. βεβαιωτὴρ κατὸν νόμο- | |
| ν· Σωκράτης Εὐάρχου Ἀμφισσεύς. μάρτυροι· ὁ ἱαρεὺς Ἄ- | |
| 10 | θανβος, ὁ ἄρχων Ξενόστρατος· Ἄνδρων, Ἀρχέλαος Πολυ- |
| [κράτ]εος, Φίλων Ἀνφισσεῖς. |