[ ]
Phokis — Delphi — 183 BC
| 1 | [ἄρ]χοντος Ἀρισταινέτου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσ- |
| [δε ἀ]πέδοντο Δικαία Ἀπολλοδώρου, Αἰτωλά, Ἀγησαρέτα | |
| [Γεν]ναίου Δελφίδες τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
| [ον ὧ]ι ὄνομα Δαμώ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς <ἐ>πίστευ- | |
| 5 | [σε] Δαμὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ- |
| [φ]απτος ἀπὸ πάντων τὸν πάντα βίον, ποέουσα ὅ κα θέληι | |
| καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| [Γ]ενναῖος Θαρσύα Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| [ν]ος Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Ἀμύντας, Ἀρχέλαος, | |
| 10 | [Πρ]άξων, ἰδιῶται Ἀρχιάδας, Δαμοχάρης, Σωτύλος, |
| [․․․․(․)]κράτης. |