[ ] Phokis — Delphi — 189/188 BC
1 ἄρχοντος Ξένωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδ[ο]το
Δαμόφαντος Δαμοκράτεος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Βιβία, καθὼς ἐπίστευσε Βιβία
τὰν ὠνὰν τῶι [θ]εῶι, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν.
5 βεβαιωτὴρ κατὸν νόμον· Καλ<λ>ίστρατος Μαντία
Δελφός. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ξένων
καὶ τοὶ ἄρχοντες Κλεύδαμος, Ἀγάθων· Φαῖνις,
Δίων, Ἀμύντας, Εὐχαρίδας.
Search Help
Contact Us