[ ]
Phokis — Delphi — 183 BC
| 1 | ἄρχοντος Κράτωνος μηνὸς Θεοξενίου, ἐπὶ τοῖσ- |
| δε ἀπέδοτο Λύκα Δώρου τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὔπρα- | |
| ξις. τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπί- | |
| 5 | στευσε Εὔπραξις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- |
| τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| των τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι | |
| καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆ- | |
| ρες κατὰ τὸν νόμον· Ἁγίων Καλλικρά- | |
| 10 | τεος, Πεισίλαος Νικοδάμου Δελφοί. |
| μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
| Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόντων | |
| Σωσίνικος, Πεισίλαος, ἰδιῶται Δαμο- | |
| χάρης, Πραξίας, Διόδωρος, Καλλίας, | |
| 15 | Δεξικράτης. |